Hymnus ad Venerem - Carm. 1
Ποικιλόθρον᾽ ἀθάνατ᾽ Ἀφρόδιτα,
παῖ Δίος δολόπλοκε, λίσσομαί σε,
μή μ᾽ ἄσαισι μηδ᾽ ὀνίαισι δάμνα,
πότνια, θῦμον,
ἄλλα τυῖδ᾽ ἔλθ᾽, αἴ ποτα κἀτέρωτα
τὰς ἔμας αὔδας ἀΐοισα πήλοι
ἔκλυες, πάτρος δὲ δόμον λίποισα
χρύσιον ἦλθες
ἄρμ᾽ ὐπαζεύξαισα· κάλοι δέ σ᾽ ἆγον
ὤκεες στροῦθοι πέρι γᾶς μελαίνας
πύκνα δίννεντες πτέρ᾽ ἄπ᾽ ὠράνω αἴθε-
ρος δία μέσσω·
αἶψα δ᾽ ἐξίκοντο· σὺ δ᾽, ὦ μάκαιρα,
μειδιαίσαισ᾽ ἀθανάτῳ προσώπῳ
ἤρε᾽ ὄττι δηὖτε πέπονθα κὤττι
δηὖτε κάλημμι
κὤττι μοι μάλιστα θέλω γένεσθαι
μαινόλᾳ θύμῳ· «Τίνα δηὖτε πείθω
μνᾷς ἄγην ἐς σὰν φιλότατα; τίς σ᾽, ὦ
Ψάπφ᾽, ἀδικήει;
καὶ γὰρ αἰ φεύγει, ταχέως διώξει,
αἰ δὲ δῶρα μὴ δέκετ᾽, ἄλλα δώσει,
αἰ δὲ μὴ φίλει, ταχέως φιλήσει
κωὐκ ἐθέλοισα».
ἔλθε μοι καὶ νῦν, χαλέπαν δὲ λῦσον
ἐκ μερίμναν, ὄσσα δέ μοι τέλεσσαι
θῦμος ἰμέρρει, τέλεσον, σὺ δ᾽ αὔτα
σύμμαχος ἔσσο.