De solis defectu

Fragm. 122 (West)
Metrum: trochaicus tetrameter catalecticus

Χρημάτων ἄελπτον οὐδέν ἐστιν οὐδ᾽ ἀπώμοτον
οὐδὲ θαυμάσιον, ἐπειδὴ Ζεὺς πατὴρ Ὀλυμπίων
ἐκ μεσαμβρίης ἔθηκε νύκτ᾽, ἀποκρύψας φάος
ἡλίου λάμποντος, λυγρὸν δ᾽ ἦλθ᾽ ἐπ᾽ ἀνθρώπους δέος.
Ἐκ δὲ τοῦ καὶ πιστὰ πάντα κἀπίελπτα γίνεται
ἀνδράσιν· μηδεὶς ἔθ᾽ ὑμέων εἰσορέων θαυμαζέτω
μηδ᾽ ἐὰν δελφῖσι θῆρες ἀνταμείψωνται νομὸν
ἐνάλιον, καί σφιν θαλάσσης ἠχέεντα κύματα
φίλτερ᾽ ἠπείρου γένηται, τοῖσι δ᾽ ὑλέειν ὄρος.