De amoris furore (fragm. 31)

Fragm. 31 (Voigt)
Metrum: strophe Sapphica

Φαίνεταί μοι κῆνος ἴσος θέοισιν
ἔμμεν’ ὤνηρ, ὄττις ἐνάντιός τοι
ἰσδάνει καὶ πλάσιον ἆδυ φωνεί-
σας ὐπακούει

καὶ γελαίσας ἰμέροεν· τό μ’ ἦ μὰν
καρδίαν ἐν στήθεσιν ἐπτόησεν,
ὠς γὰρ εἰσίδω βροχέως σε, φώνας
οὐδὲν ἔτ’ ἴκει·

ἄλλα κὰμ μὲν γλῶσσα ἔαγε, λέπτον
δ’ αὔτικα χρῷ πῦρ ὐπαδεδρόμηκεν,
ὀππάτεσσι δ’ οὐδὲν ὄρημμ’, ἐπιρρόμ-
βεισι δ’ ἄκουαι,

κὰδ δέ μ’ ἴδρως κακχέεται, τρόμος δὲ
παῖσαν ἄγρει, χλωροτέρα δὲ ποίας
ἔμμι, τεθνάκην δ’ ὀλίγω ’πιδεύης
φαίνομ’ ἔμ’ αὔτᾳ.