Carmen ad Phocum

Fragm. 33 (West)
Metrum: trochaicus tetrameter catalecticus

οὐκ ἔφυ Σόλων βαθύφρων οὐδὲ βουλήεις ἀνήρ·
ἐσθλὰ γὰρ θεοῦ διδόντος αὐτὸς οὐκ ἐδέξατο·
περιβαλὼν δ’ ἄγρην ἀγασθεὶς οὐκ ἐπέσπασεν μέγα
δίκτυον, θυμοῦ θ’ ἁμαρτῇ καὶ φρενῶν ἀποσφαλείς·
ἤθελον γάρ κεν κρατήσας, πλοῦτον ἄφθονον λαβὼν
καὶ τυραννεύσας Ἀθηνέων μοῦνον ἡμέρην μίαν,
ἀσκὸς ὕστερον δεδάρθαι κἀπιτετρίφθαι γένος.