De memoriae fonte

Hipponium I A 1
Metrum: hexametrum (cum quibusdam versibus hypermetricis)

Μναμοσύνας τόδε ἱερόν. ἐπεὶ ἂμ μέλληισι θανεῖσθαι.
Εἶς Ἀίδαο δόμους εὐήρεας, ἔστ’ ἐπὶ δεξιὰ κρήνα,
πὰρ δ’ αὐτὰν ἑστακυῖα λευκὰ κυπάρισσος.
ἐνθα κατερχόμεναι ψυχαὶ νεκύων ψύχονται.
Ταύτας τᾶς κράνας μηδὲ σχεδὸν ἐνγύθεν ἔλθηις.
Πρόσθεν δὲ εὑρήσεις τᾶς Μναμοσύνας ἀπὸ λίμνας
Ψυχρὸν ὕδωρ προρέον. φύλακες δὲ ἐπύπερθεν ἔασι,
Τοὶ δέ σε εἰρήσονται ἐνὶ φρασὶ πευκαλίμαισι
ὅττι δὲ ἐξερέεις Ἄϊδος σκότος ἠερόεντος.
εἶπον «ὑὸς Βαρέας καὶ Οὐρανοῦ ἀστερόεντος,
δίψαι δ’ εἰμ’ αὖος καὶ ἀπόλλυμαι, ἀλλὰ δότ’ ὦκα
ψυχρὸν ὕδωρ πιέναι τῆς Μνημοσύνης ἀπὸ λίμνης.»
καὶ δή τοι ἐλεοῦσιν ὑπὸ χθονίωι βασλῆι,
καὶ δή τοι δώσουσι πιὲν τᾶς Μναμοσύνας ἀπὸ λίμνας
καὶ δὴ καὶ σὺ πιὼν ὁδὸν ἔρχεαι ἅν τε καὶ ἄλλοι
μύσται καὶ βάχχοι ἱερὰν στείχουσι κλεινοί.