Fragm. 24 (Diehl)
Metrum: genus Asclepiadium
Ἄγνος τοῖς βιότοις παῖς ὀ τάλαις ἔγω
ζώω μοῖραν ἔχων ἀγροϊωτίκαν
ἰμέρρων ἀγόρας ἄκουσαι
καρυζομένας, Ὦγεσιλαΐδα,
καὶ βόλλας· τὰ πάτηρ καὶ πάτερος πάτηρ
καγγέγηρασ’ ἔχοντες πέδα τωνδέων
τῶν ἀλλαλοκάκων πολίταν,
ἔγω δ’ἄπυ τούτων ἀπελήλαμαι
φεύγων ἐσχατίαις· ὠς δ’ Ὀνυμακλέης
ἔνθαδ’ οἶος ἐοίκησα λυκαιμίαις
φεύγων τὸν πόλεμον· στάσιν γὰρ
πρὸς κρέσσονας οὐκ ἄμεινον ὀννέλην·
φεύγων δ’ αὖ μακάρων ἐς τέμενος θέων
ἐοίκουν δὲ μελαίνας ἐπίβαις χθόνος·
χλιαίνων συνόδοισιν αὔταις
οἴκημμι κάκων ἔκτος ἔχων πόδας,
ὄππᾳ Λεσβίαδες κριννόμεναι φύαν
πώλεντ’ ἐλκεσίπεπλοι, πέρι δὲ βρέμει
ἄχω θεσπεσία γυναίκων
ἴρας ὀλολύγας ἐνιαυσίας.