Fragm. 286 (Page)
Metrum: versus Ibycii
Ἦρι μὲν αἵ τε Κυδώνιαι
μαλίδες ἀρδόμεναι ῥόαι τ’
ἐκ ποταμῶν, ἵνα Παρθένων
κᾶπος ἀκήρατος, αἵ τ’ οἰνανθίδες
αὐξόμεναι σκιεροῖσιν ὑφ’ ἕρνεσιν
οἰναρέοις θαλέθοισιν· ἐμοὶ δ’ ἔρος
οὐδεμίαν κατάκοιτος ὥραν,
ἅθ’ ὑπὸ στεροπᾶς φλέγων
Θρηΐκιος Βορέας, ἀΐσ-
σων παρὰ Κύπριδος ἀζαλέαις μανί-
αισιν ἐρεμνὸς ἀθαμβὴς
ἐγκρατέως πεδόθεν σαλάσσει
ἁμετέρας φρένας.