Preces pro fratre (fragm. 5)

Fragm. 5 (Lobel-Page)
Metrum: strophe Sapphica

Πότνιαι Νηρήϊδες ἀβλάβην μοι
τὸν κασίγνητον δότε τυῖδ᾽ ἴκεσθαι
κὤσσα ϝῷ θύμῳ κε θέλῃ γένεσθαι
πάντα τελέσθην

ὄσσα δὲ πρόσθ᾽ ἄμβροτε πάντα λῦσαι
καὶ φίλοισι ϝοῖσι χάραν γένεσθαι
κὠνίαν ἔχθροισι· γένοιτο δ᾽ ἄμμι
μήποτ᾽ἀμείδης,

τὰν κασιγνήταν δὲ θέλοι πόησθαι
ἔμμορον τίμας, ὀνίαν δὲ λύγραν
ἐκλάθοιτ᾽, ὄτοισι πάροιθ᾽ ἀχεύων
τὦμον ἐδάμνα
κῆρ